TLG 1329 001 :: DIONYSIUS :: Fragmenta

DIONYSIUS Scr. Eccl., Episcopus
(Corinthius: A.D. 2)

Fragmenta

Source: Routh, M.J. (ed.), Reliquiae sacrae, vol. 1, 2nd edn. Oxford: Oxford University Press, 1846 (repr. Hildesheim: Olms, 1974): 179–183.

  • Epistula ad Romanos: pp. 179–181
  • De reliquis septem epistulis: pp. 181–183

Citation: Page — (line)

179

(1t)

BEATI DIONYSII,
2tCORINTHII EPISCOPI,
3tMEDIO QUI SAECULO SECUNDO FLORUIT,
4tFRAGMENTA.
5tEX EPISTOLA AD ROMANOS
6tQUAM AD SOTEREM EPISCOPUM EORUM SCRIPSIT.
7Ἐξ ἀρχῆς γὰρ ὑμῖν ἔθος ἐστὶ τοῦτο, πάντας μὲν ἀδελ‐ φοὺς ποικίλως εὐεργετεῖν, ἐκκλησίαις τε πολλαῖς ταῖς κατὰ πᾶσαν πόλιν ἐφόδια πέμπειν· ὧδε μὲν τὴν τῶν δεο‐
10μένων πενίαν ἀναψύχοντας· ἐν μετάλλοις δὲ ἀδελφοῖς ὑπάρχουσιν ἐπιχορηγοῦντας· δι’ ὧν πέμπετε ἀρχῆθεν ἐφο‐ δίων, πατροπαράδοτον ἔθος Ῥωμαίων Ῥωμαῖοι διαφυ‐ λάττοντες· ὃ οὐ μόνον διατετήρηκεν ὁ μακάριος ὑμῶν ἐπίσκοπος Σωτὴρ, ἀλλὰ καὶ ἐπηύξηκεν· ἐπιχορηγῶν μὲν
15τὴν διαπεμπομένην δαψίλειαν τὴν εἰς τοὺς ἁγίους· λόγοις δὲ μακαρίοις τοὺς ἀνιόντας ἀδελφοὺς ὡς τέκνα πατὴρ φιλόστοργος παρακαλῶν. Haec attulit Eusebius lib. iv.
Hist. c. 23.179

180

(1t)

Ex eadem Epistola.
2 Ἐν αὐτῇ δὲ ταύτῃ (epistola) καὶ τῆς Κλήμεντος πρὸς Κορινθίους μέμνηται ἐπιστολῆς, (verba Eusebii sunt in loco modo signato) δηλῶν ἀνέκαθεν ἐξ ἀρχαίου ἔθους ἐπὶ τῆς ἐκκλησίας τὴν ἀνάγνωσιν
5αὐτῆς ποιεῖσθαι. λέγει γοῦν (Dionysius)· Τὴν σήμερον οὖν Κυ‐ ριακὴν ἁγίαν ἡμέραν διηγάγομεν, ἐν ᾗ ἀνέγνωμεν ὑμῶν τὴν ἐπιστολήν· ἣν ἕξομεν ἀεί ποτε ἀναγινώσκοντες νουθετεῖσθαι, ὡς καὶ τὴν προτέραν ἡμῖν διὰ Κλήμεντος γραφεῖσαν.
17tEx eadem Epistola.
18 Ταῦτα (Valesius emendat ταύτῃ) καὶ ὑμεῖς διὰ τῆς τοσ‐ αύτης νουθεσίας, τὴν ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν
20γενηθεῖσαν Ῥωμαίων τε καὶ Κορινθίων συνεκεράσατε. καὶ γὰρ ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύ‐ σαντες ἡμᾶς, ὁμοίως ἐδίδαξαν. ὁμοίως δὲ καὶ εἰς τὴν Ἰταλίαν ὁμόσε διδάξαντες, ἐμαρτύρησαν κατὰ τὸν αὐτὸν
καιρόν. Protulit haec Eusebius lib. ii. Hist. c. 25.180

181

(1t)

Ex eadem Epistola.
2 Ἔτι δὲ ὁ αὐτὸς καὶ περὶ τῶν ἰδίων ἐπιστολῶν (verba Eusebii sunt in lib. iv. Hist. c. 23.) ὡς ῥᾳδιουργηθεισῶν. ταῦτα φησίν. Ἐπι‐ στολὰς γὰρ ἀδελφῶν ἀξιωσάντων με γράψαι, ἔγραψα.
5καὶ ταύτας οἱ τοῦ διαβόλου ἀπόστολοι ζιζανίων γεγέ‐ μικαν· ἃ μὲν ἐξαιροῦντες, ἃ δὲ προστιθέντες· οἷς τὸ οὐαὶ κεῖται. οὐ θαυμαστὸν ἄρα εἰ καὶ τῶν Κυριακῶν ῥαδιουργῆσαί τινες (for. legend. τινας) ἐπιβέβληνται γρα‐ φῶν, ὁπότε καὶ ταῖς οὐ τοιαύταις ἐπιβεβλήκασι (alii
10ἐπιβουλεύκασι).
19tDE RELIQUIS SEPTEM EPISTOLIS
20tHaec posuit ibidem Eusebius.
21 Καὶ πρῶτόν γε περὶ Διονυσίου φατέον· ὅτι τε τῆς ἐν Κορίνθῳ παροικίας τὸν τῆς ἐπισκοπῆς ἐγκεχείριστο θρόνον· καὶ ὡς τῆς ἐνθέου φιλοπονίας οὐ μόνον τοῖς ὑπ’ αὐτὸν, ἀλλ’ ἤδη καὶ τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀφθόνως ἐκοινώνει· χρησιμώτατον ἅπασιν ἑαυτὸν
25καθιστὰς, ἐν αἷς ὑπετυποῦτο καθολικαῖς πρὸς τὰς ἐκκλησίας ἐπι‐ στολαῖς. ὧν ἐστιν, Ἡ ΜΕΝ ΠΡΟΣ ΛΑΚΕΔΑΙΜΟΝΙΟΥΣ,
ὀρθοδοξίας κατηχητικὴ, εἰρήνης τε καὶ ἑνώσεως ὑποθετική.181

182

Ἡ ΔΕ ΠΡΟΣ ΑΘΗΝΑΙΟΥΣ, διεγερτικὴ πίστεως καὶ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας· ἧς ὀλιγωρήσαντας ἐλέγχει, ὡς ἂν μικροῦ δεῖν ἀποστάντας τοῦ λόγου, ἐξ οὗπερ τὸν προεστῶτα αὐτῶν Πού‐ πλιον μαρτυρῆσαι κατὰ τοὺς τότε συνέβη διωγμούς. Κοδράτου δὲ
5μετὰ τὸν μαρτυρήσαντα Πούπλιον καταστάντος αὐτῶν ἐπισκόπου μέμνηται· ἐπιμαρτυρῶν, ὡς ἂν διὰ τῆς αὐτοῦ σπουδῆς ἐπισυναχθέν‐ των, καὶ τῆς πίστεως ἀναζωπύρησιν εἰληχότων· δηλοῖ δ’ ἐπὶ τούτοις, ὡς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης ὑπὸ τοῦ ἀποστόλου Παύλου προτραπεὶς ἐπὶ τὴν πίστιν κατὰ τὰ ἐν ταῖς πράξεσι δεδη‐
10λωμένα, πρῶτος τῆς ἐν Ἀθήναις παροικίας τὴν ἐπισκοπὴν ἐγκε‐ χείριστο. Ἄλλη δ’ ἐπιστολή τις αὐτοῦ ΠΡΟΣ ΝΙΚΟΜΗΔΕΑΣ φέρεται· ἐν ᾗ τὴν Μαρκίωνος αἵρεσιν πολεμῶν, τῷ τῆς ἀληθείας παρίσταται κανόνι.
15Καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ ΓΟΡΤΥΝΑΝ ἉΜΑ ΤΑΙΣ ΛΟΙΠΑΙΣ ΚΑΤΑ ΚΡΗΤΗΝ ΠΑΡΟΙΚΙΑΙΣ ἐπιστείλας, Φίλιπ‐ πον ἐπίσκοπον αὐτῶν ἀποδέχεται, ἅτε δὴ ἐπὶ πλείσταις μαρτυρου‐ μένης ἀνδραγαθίαις τῆς ὑπ’ αὐτὸν ἐκκλησίας· τήν τε τῶν αἱρετικῶν διαστροφὴν ὑπομιμνήσκει φυλάττεσθαι.
20Καὶ τῇ ἐκκλησίᾳ δὲ τῇ παροικούσῃ ΑΜΑΣΤΡΙΝ ἉΜΑ ΤΑΙΣ ΚΑΤΑ ΠΟΝΤΟΝ ἐπιστείλας, Βακχυλίδου μὲν καὶ Ἐλπίστου, ὡς
ἂν αὐτὸν ἐπὶ τὸ γράψαι προτρεψάντων μέμνηται· γραφῶν τε θείων182

183

ἐξηγήσεις παρατέθειται· ἐπίσκοπον αὐτῶν ὀνόματι Πάλμαν ὑποση‐ μαίνων· πολλὰ δὲ περὶ γάμου καὶ ἁγνείας τοῖς αὐτοῖς παραινεῖ. καὶ τοὺς ἐξ οἵας δ’ οὖν ἀποπτώσεως, εἴτε πλημμελείας, εἴτε μὴν αἱρετικῆς πλάνης ἐπιστρέφοντας, δεξιοῦσθαι προστάττει.
5Ταύταις ἄλλη ἐγκατείλεκται ΠΡΟΣ ΚΝΩΣΣΙΟΥΣ ἐπιστολὴ, ἐν ᾗ Πινυτὸν τῆς παροικίας ἐπίσκοπον παρακαλεῖ, μὴ βαρὺ φορτίον ἐπάναγκες τὸ περὶ ἁγνείας τοῖς ἀδελφοῖς ἐπιτιθέναι, τῆς δὲ τῶν πολλῶν καταστοχάζεσθαι ἀσθενείας.— Καὶ ἄλλη δέ τις παρὰ ταύτας ἐπιστολὴ τοῦ Διονυσίου φέρεται,
10ΧΡΥΣΟΦΟΡΑΙ πιστοτάτῃ ἀδελφῇ ἐπιστείλαντος. ᾗ τὰ κατάλληλα
γράφων, τῆς προσηκούσης καὶ αὐτῇ μετεδίδου λογικῆς τροφῆς.183